Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.117 Dem. 23.120 (English) >>Dem. 23.123

23.119ἀλλʼ ὅμως, ἐπειδὴ πονηρὸς καὶ θεοῖς ἐχθρὸς ἦν καὶ μεγάλʼ ὑμᾶς ἠδίκει, τοὺς ἀποκτείναντας ἐκεῖνον Πύθωνα καὶ Ἡρακλείδην, τοὺς Αἰνίους, πολίτας ἐποιήσασθʼ ὡς εὐεργέτας καὶ χρυσοῖς στεφάνοις ἐστεφανώσατε. εἰ δὴ τότε, ὅθʼ ὑμῖν οἰκείως ἔχειν Κότυς ἐδόκει, ἔγραψέ τις, ἄν τις ἀποκτείνῃ Κότυν, ἔκδοτον αὐτὸν εἶναι, πότερʼ ἐξέδοτʼ ἂν τὸν Πύθωνα καὶ τὸν ἀδελφόν, παρὰ τὸ ψήφισμα τοῦτο πολίτας ἐποιεῖσθε καὶ ὡς εὐεργέτας ἐτιμᾶτε; 23.120τί δʼ; Ἀλέξανδρον ἐκεῖνον τὸν Θετταλόν, ἡνίκʼ εἶχε μὲν αἰχμάλωτον δήσας Πελοπίδαν, ἐχθρὸς δʼ ὡς οὐδεὶς ἦν Θηβαίοις, ὑμῖν δʼ οἰκείως διέκειθʼ οὕτως ὥστε παρʼ ὑμῶν στρατηγὸν αἰτεῖν, ἐβοηθεῖτε δʼ αὐτῷ καὶ πάντʼ ἦν Ἀλέξανδρος, πρὸς Διὸς εἴ τις ἔγραψεν, ἄν τις ἀποκτείνῃ Ἀλέξανδρον, ἀγώγιμον εἶναι, ἆρʼ ἂν ὧν μετὰ ταῦθʼ ὕβρισεν καὶ προὐπηλάκισεν ἀσφαλὲς ἦν τῳ παρʼ αὐτοῦ δίκην πειρᾶσθαι λαβεῖν; 23.121τί δὲ τἄλλα λέγοι τις ἄν; ἀλλʼ μάλιστα δοκῶν νῦν ἡμῖν ἐχθρὸς εἶναι Φίλιππος οὑτοσί, εἰ τότε, ὅτʼ Ἀργαῖον κατάγοντας λαβὼν τῶν ἡμετέρων τινὰς πολιτῶν ἀφῆκε μὲν αὐτούς, ἀπέδωκε δὲ πάνθʼ ὅσʼ ἀπώλεσαν αὐτοῖς, πέμψας δὲ γράμματʼ ἐπηγγέλλεθʼ ἕτοιμος εἶναι συμμαχίαν ποιεῖσθαι καὶ τὴν πατρικὴν φιλίαν ἀνανεοῦσθαι, εἰ τότʼ ἠξίωσε τυχεῖν τούτων καί τις ἔγραψε τῶν ἀφεθέντων ὑπʼ αὐτοῦ, ἐάν τις ἀποκτείνῃ Φίλιππον, ἀγώγιμον εἶναι, καλήν γʼ ὕβριν ἦμεν ἂν ὑβρισμένοι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.117 Dem. 23.120 (English) >>Dem. 23.123

Powered by PhiloLogic